Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.87.1 Hdt. 1.88.2 (English) >>Hdt. 1.90.1

1.87.4 οὐδεὶς γὰρ οὕτω ἀνόητός ἐστι ὅστις πόλεμον πρὸ εἰρήνης αἱρέεται· ἐν μὲν γὰρ τῇ οἱ παῖδες τοὺς πατέρας θάπτουσι, ἐν δὲ τῷ οἱ πατέρες τοὺς παῖδας. ἀλλὰ ταῦτα δαίμοσί κου φίλον ἦν οὕτω γενέσθαι.”

ch. 88 1.88.1 μὲν ταῦτα ἔλεγε, Κῦρος δὲ αὐτὸν λύσας κατεῖσέ τε ἐγγὺς ἑωυτοῦ καὶ κάρτα ἐν πολλῇ προμηθίῃ εἶχε, ἀπεθώμαζέ τε ὁρέων καὶ αὐτὸς καὶ οἱ περὶ ἐκεῖνον ἐόντες πάντες. δὲ συννοίῃ ἐχόμενος ἥσυχος ἦν· 1.88.2 μετὰ δὲ ἐπιστραφείς τε καὶ ἰδόμενος τοὺς Πέρσας τὸ τῶν Λυδῶν ἄστυ κεραΐζοντας εἶπε· “ βασιλεῦ, κότερον λέγειν πρὸς σὲ τὰ νοέων τυγχάνω σιγᾶν ἐν τῷ παρεόντι χρή;” Κῦρος δέ μιν θαρσέοντα ἐκέλευε λέγειν τι βούλοιτο. δὲ αὐτὸν εἰρώτα λέγων· 1.88.3οὗτος πολλὸς ὅμιλος τί ταῦτα πολλῇ σπουδῇ ἐργάζεται;” δὲ εἶπε· “πόλιν τε τὴν σὴν διαρπάζει καὶ χρήματα τὰ σὰ διαφορέει.” Κροῖσος δὲ ἀμείβετο· “οὔτε πόλιν τὴν ἐμὴν οὔτε χρήματα τὰ ἐμὰ διαρπάζει· οὐδὲν γὰρ ἐμοὶ ἔτι τούτων μέτα· ἀλλὰ φέρουσί τε καὶ ἄγουσι τὰ σά.”

ch. 89 1.89.1 Κύρῳ δὲ ἐπιμελὲς ἐγένετο τὰ Κροῖσος εἶπε· μεταστησάμενος δὲ τοὺς ἄλλους, εἴρετο Κροῖσον τι οἱ ἐνορῴη ἐν τοῖσι ποιευμένοισι. δὲ εἶπε· “ἐπείτε με θεοὶ ἔδωκαν δοῦλον σοί, δικαιῶ, εἴ τι ἐνορέω πλέον, σημαίνειν σοί.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 1.87.1 Hdt. 1.88.2 (English) >>Hdt. 1.90.1

Powered by PhiloLogic